Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.46.3 | Hdt. 1.47.3 (English) | >>Hdt. 1.50.1 |
1.47.1
ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων , ἀπʼ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων , ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι , ἐπειρωτῶντας ὅ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω · ἅσσα δʼ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ , συγγραψαμένους ἀναφέρειν παρʼ ἑωυτόν .
1.47.2 ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε , οὐ λέγεται πρὸς οὐδαμῶν · ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον , ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε .
1.47.3
οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης ,
καὶ κωφοῦ συνίημι ,καὶ οὐ φωνεῦντος ἀκούω .
ὀδμή μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης
ἑψομένης ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν ,
ᾗ χαλκὸς μὲν ὑπέστρωται ,χαλκὸν δʼ ἐπιέσται .
ch. 48
1.48.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.46.3 | Hdt. 1.47.3 (English) | >>Hdt. 1.50.1 |